Day: 09.02.2023

Της φύσης η δύναμη, άγρια, αδάμαστη πάντα…

*

Της φύσης η δύναμη, άγρια, αδάμαστη πάντα, ασυγκράτητη κι ασυγκίνητη για τ’ ανθρώπινα (όπως πάντα), ξέσπασε ξανά τρομερή καταπάνω στην χιλιοδαρμένη αυτή μεθόριο περιοχή, όπως έκανε ξανά και ξανά αιώνες πριν.

Ο νους στους χειμαζόμενους Τούρκους μα και στους Σύρους, που έχουν πιότερη την ανάγκη και την κατεπείγουσα συνδρομή της διεθνούς κοινότητας, λόγω της απομόνωσης της χώρας.

Θυμήθηκα τι έγραφε ο Θεοφάνης ο Ομολογητής για τους φοβερούς κι ολέθριους σεισμούς του 526 και 528 στην Αντιόχεια. Οι νεκροί; αναρίθμητα πλήθη (λεν οι στορικοί πάνω από 250.000)…

ἔπαθεν ὑπὸ θεομηνίας Ἀντιόχεια ἡ μεγάλη τῆς Συρίας πάθος ἀνεξήγητον. τοσοῦτον γὰρ ἡ ὀργὴ τοῦ θεοῦ ἐπῆλθεν ἐπ’ αὐτήν, ὥστε πτωθῆναι σχεδὸν πᾶσαν τὴν πόλιν καὶ τάφον τῶν οἰκητόρων γενέσθαι. τινὰς δὲ καταχωσθέντας καὶ ἔτι ζῶντας ὑπὸ τὴν γῆν πῦρ ἐκ τῆς γῆς ἐξελθὸν κατέφλεξεν. καὶ ἕτερον πῦρ ἐκ τοῦ ἀέρος, ὡς σπινθῆρες, κατήρχετο καὶ κατέκαιεν, ὥσπερ ἀστραπή, τὸν εὑρισκόμενον· καὶ ἐσείετο ἡ γῆ ἐπὶ ἐνιαυτὸν ἕνα […] καὶ πᾶς οἶκος καὶ ἐκκλησία κατέπεσον, καὶ τὸ κάλλος τῆς πόλεως ἠφανίσθη. καὶ οὐ γέγονε τοιαύτη θεομηνία ἐν ἄλλῃ πόλει ἐν πάσαις ταῖς γενεαῖς. ὁ δὲ εὐσεβέστατος βασιλεὺς Ἰουστῖνος ταῦτα μαθὼν μεγάλως ἤλγησε τὴν ψυχήν, ὥστε ἐπῇρε τὸ διάδημα ἐκ τῆς κεφαλῆς αὐτοῦ καὶ τὴν πορφύραν καὶ ἐπένθησεν ἐν σάκκῳ ἐπὶ ἡμέρας πολλάς, ὥστε καὶ τῇ ἑορτῇ προσελθὼν ἐν τῇ ἐκκλησίᾳ οὐ κατεδέξατο φορέσαι τὸ στέμμα ἢ τὴν χλαμύδα· ἀλλ’ οὕτω λιτῶς προσῆλθε μαντίον πορφυροῦν φορέσας καὶ κλαίων ἐπὶ πάσης τῆς συγκλήτου· καὶ πάντες ἔκλαιον σὺν αὐτῷ πενθικὰ φοροῦντες. […]

ἔπαθεν ὑπὸ θεομηνίας πάλιν Ἀντιόχεια ἡ μεγάλη μετὰ δύο ἔτη τοῦ πρώτου αὐτῆς πάθους. καὶ ἐγένετο σεισμὸς μέγας ἐπὶ ὥραν μίαν, καὶ ἐγένετο βρυγμὸς ἐκ τοῦ οὐρανοῦ φοβερός· καὶ ἔπεσον πάντα τὰ κτισθέντα ἕως ἐδάφους καὶ τὰ τείχη, καὶ ἐκ τῶν μὴ πεσόντων παλαιῶν κτισμάτων ἐν τῷ πρώτῳ σεισμῷ κατηνέχθησαν νῦν· καὶ πᾶσα ἡ εὐπρέπεια, ἡ γενομένη ἐν τῇ πόλει ἔκ τε τῶν τοῦ βασιλέως φιλοτιμιῶν καὶ ὧν ἐξ ἰδίων οἱ πολῖται ᾠκοδόμησαν, πάντα κατέπεσον. ταῦτα μαθοῦσαι αἱ πλησιάζουσαι πόλεις μετὰ πένθους ἐλιτάνευον. ἀπέθανον δὲ καὶ ἐν ταύτῃ τῇ πτώσει χιλιάδες τέσσαρες καὶ ὀκτακόσιοι ἑβδομήκοντα. οἱ δὲ σωθέντες ἔφυγον εἰς τὰς ἄλλας πόλεις καὶ εἰς τὰ ὄρη ἐν καλύβαις ᾤκουν. γέγονε δὲ καὶ χειμὼν μέγας καὶ βαρύτατος· καὶ ἐλιτάνευον οἱ ἀπομείναντες πάντες ἀνυπόδητοι, κλαίοντες καὶ ῥίπτοντες ἑαυτοὺς πρηνεῖς εἰς τὰς χιόνας, κράζοντες τό, «Κύριε ἐλέησον».

ΗΛΙΑΣ ΜΑΛΕΒΙΤΗΣ

*

Advertisement